previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ σινῶν καὶ παθῶν σωματικῶν Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου, συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως. καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθ̓ ὅλου διάληψιν ἀποβλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι τὸ ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν. ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες [p. 318] ἤτοι σωματικῶς τετραγωνικῶς καὶ κατὰ διάμετρον, ἤτοι ὁπότερος αὐτῶν καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννωμένους ὑπονοητέον, μάλιστα δ̓ ἂν καὶ τῶν φωτῶν ἤτοι τὸ ἕτερον καὶ ἀμφότερα κεκεντρωμένα καθ̓ ὃν εἰρήκαμεν τρόπον τυγχάνῃ ἅμα κατὰ διάμετρον. τότε γὰρ οὐ μόνον ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φωτῶν, αὐτὸς κεκεντρωμένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων ὁποῖον ἂν οἵ τε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος πάθος, καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων αὐτοῖς. τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος περὶ ἔσται τὸ αἴτιον καὶ πότερον σίνος πάθος καὶ ἀμφότερα τὸ δηλούμενον μέρος ἐπιδέξασθαι δυνατόν, αἵ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν, ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστῶν: δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ σπέρματος: δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων: δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων: δὲ τῆς Ἀφροδίτης ὀσφρήσεώς τε καὶ ἥπατος καὶ [p. 320] σαρκῶν δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας: δὲ σελήνη γεύσεώς τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων. Ἔστι δὲ τῶν καθ̓ ὅλου καὶ τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν πάθη δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων ἐπειδήπερ καὶ διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν. Πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα, διὰ τῶν ὡς ἐπὶ πᾶν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολουθούντων συμπτωμάτων. πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν ὅταν τε σελήνη καθ̓ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων συνοδεύουσα πανσεληνιάζουσα τύχῃ, καὶ ὅταν ἐφ̓ ἑτέρου μὲν πρὸς τὸν ἥλιον σχήματος τῶν λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζωδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ Πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν Πλόκαμον μέρεσι τοῦ Λέοντος τῇ καλπίδι τοῦ Ὑδροχόου: καὶ [p. 322] ὅταν τοῦ Ἄρεως καὶ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται πάλιν τοῦ ἡλίου αὐτοὶ ἐπίκεντροι ὄντες προαναφέρωνται. ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τῷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ αἴτιον ποιήσουσιν. μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ πληγῆς κρούσματος σιδήρου κατακαύματος ποιεῖ τὰς πηρώσεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις καὶ γυμνασίοις κακουργῶν ἐφόδοις. δὲ τοῦ Κρόνου δἰ ὑποχύσεων ψύξεων ἀπογλαυκώσεων καὶ τῶν τοιούτων: πάλιν ἐὰν τῆς Ἀφροδίτης ἐπί τινος τῶν προειρημένων κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος, τῷ μὲν τοῦ Κρόνου συνὼν καὶ συσχηματιζόμενος ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ὠμοτοκίαις καὶ ἐμβρυοτομίαις περικυλίονται, μάλιστα δὲ ἐν Καρκίνῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι. κἂν σελήνη ἀπ̓ ἀνατολῆς τῷ τοῦ Ἄρεως συνάπτῃ, ἐὰν δὲ καὶ τῷ τοῦ Ἑρμοῦ κατὰ τὸ αὐτὸ συσχηματισθῇ σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ Ἄρεως πάλιν καθυπερτεροῦντος διαμετροῦντος, εὐνοῦχοι ἑρμαφρόδιτοι [p. 324] ἄτρωγλοι καὶ ἄτρητοι γίνονται. τούτων δὲ οὕτως ἐχόντων, ἐπὰν καὶ ἥλιος συσχηματισθῇ, τῶν μὲν φωτῶν καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς σελήνης οὔσης καὶ τῶν κακοποιῶν ἐν ταῖς ἐπαναφερομέναις μοίραις ἐπιφερομένων, οἱ μὲν ἄνδρες ἀπόκοποι τὰ μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν Κριῷ καὶ Λέοντι καὶ Σκορπίῳ καὶ Αἰγόκερῳ καὶ Ὑδροχόῳ, αἱ δὲ γυναῖκες ἄτοκοι καὶ στεῖραι. ἐνίοτε δὲ οὐδ̓ ἀσινεῖς ταῖς ὄψεσιν οἱ τοιοῦτοι διαμένουσιν, ἐμποδίζονται δὲ τὴν γλῶτταν καὶ γίνονται τραυλοὶ μογιλάλοι ὅσοι τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ συνόντας ἐπὶ τῶν εἰρημένων κέντρων ἔχουσι τῷ ἡλίῳ, μάλιστα δ̓ ἂν καὶ δυτικὸς τοῦ Ἑρμοῦ καὶ συσχηματίζωνται ἀμφότεροι τῇ σελήνῃ: τούτοις δ̓ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ τὸ πολὺ τὸ τῆς γλώττης ἐμπόδιον ἀφ̓ οὗ ἂν σελήνη τὴν πρὸς αὐτὸν συνάντησιν ποιήσηται. πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα κατὰ διάμετρον, ἐὰν τοῖς φωσὶν οἱ κακοποιοί, καὶ μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἐπὶ καμπίων οὔσης ἐπὶ τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγόκερω, γίνονται λωβήσεις τοῦ σώματος κυρτώσεων κυλλώσεων χωλώσεων [p. 326] παραλύσεων, ἐὰν μὲν σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοὶ ἀπὸ τῆς γενέσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες τὰ φῶτα διαμηκίζοντες ἀλλήλους ὦσιν ἀπὸ κινδύνων μεγάλων, ὡς τῶν ἀποκρημνισμῶν συμπτώσεων ληστηρίων τετραπόδων: Ἄρεως μὲν ἐπικρατοῦντος, τῶν διὰ πυρὸς τραυμάτων χολικῶν ληστηρίων: Κρόνου δὲ τῶν διὰ συμπτώσεων ναυαγίων σπασμῶν. Ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα τῆς σελήνης οὔσης, μάλιστα δὲ περὶ μὲν τὸ ἐαρινὸν τὰ δἰ ἀλφῶν. περὶ δὲ τὸ θερινὸν τὰ διὰ λειχήνων: περὶ δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν: περὶ δὲ τὸ χειμερινὸν τὰ διὰ φακῶν καὶ τῶν ὁμοίων. πάθη δὲ συμβαίνειν εἴωθεν ὅταν ἐπὶ τῶν προκειμένων στάσεων οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ τὸ ἐναντίον μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλιῷ, τῇ δὲ σελήνῃ ἑῷοι. καθ̓ ὅλου γὰρ μὲν τοὑ Κρόνου ψυχροκοιλίους ποιεῖ καὶ πολυφλεγμάτους καὶ ῥευματώδεις, κατίσχνους τε καὶ ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχικοὺς καὶ ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας: τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς. δὲ τοῦ Ἄρεως αἱμαπτοϊκοὺς μελαγχολικοὺς πνευμονικοὺς ψωριῶντας: ἔτι δὲ τοὺς διὰ τομῶν καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους συρίγγων ἕνεκεν αἱμορροϊδῶν κονδυλωμάτων [p. 328] καὶ τῶν πυρωδῶν ἑλκώσεων νομῶν: τὰς δὲ γυναῖκας ἔτι καὶ ἐκτρωσμοῖς ἐμβρυοτομίαις ἀναβρώσεσιν εἴωθε περικυλίειν. ἰδίως δὲ καὶ παρὰ τὰς προειρημένας τῶν συσχηματιζομένων ἀστέρων φύσεις πρὸς τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα ποιοῦσι τῶν παθῶν. Συνεργεῖ δ̓ αὐτοῖς μάλιστα πρὸς τὰς ἐπιτάσεις τῶν φαύλων τοῦ Ἑρμοῦ ἀστήρ, τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ φάρυγγα καὶ στόμαχον: τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων, ὡς ἐπί τε τῶν ἑλκωδῶν πτιλώσεων καὶ ἐσχαρῶν καὶ ἀποστημάτων καὶ ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς μανίας νόσου ἱερᾶς τῶν τοιούτων. Καὶ παρὰ τὰς τῶν ζῳδίων ἐναλλαγὰς τῶν τοὺς προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περιεχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ μὲν Καρκίνος καὶ Αἰγόκερως καὶ οἱ Ἰχθῦς καὶ ὅλως τὰ χερσαῖα καὶ τὰ ἰχθυϊκὰ ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων λεπίδων χοιράδων συρίγγων ἐλεφαντιάσεων καὶ τῶν τοιούτων. δὲ Τοξότης καὶ οἱ Δίδυμοι [p. 330] τὰ διὰ πτωματισμῶν ἐπιλήψεων: καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν δωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ῥευματισμῶν, ἀφ̓ ὧν καὶ ἐλεφαντιάσεις τε καὶ ὡς ἐπὶ πᾶν χειράγραι καὶ ποδάγραι συμβαίνουσι. τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι κακοποιοῖς τοῖς κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπαχθῆ τά τε σίνη καὶ τὰ πάθη γενήσεται: ὡσαύτως δὲ κἂν συσχηματίζωνται μέν, καθυπερτερῶνται δὲ ὑπὸ τῶν κακοποιῶν ἐν δυνάμει ὄντων. ἐὰν δὲ καὶ αὐτοὶ κατὰ κυρίων ὄντες σχημάτων καθυπερτερῶσι τοὺς τὸ αἴτιον ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη εὐσχήμονα καὶ οὐκ ἐπονείδιστα γίνεται καὶ τὰ πάθη μέτρια καὶ εὐπαρηγόρητα, ἔσθ̓ ὅτε δὲ καὶ εὐαπάλλακτα, ἀνατολικῶν ὄντων τῶν ἀγαθοποιῶν. μὲν γὰρ τοῦ Διὸς βοηθείαις ἀνθρωπίναις διὰ πλούτων ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε καὶ τὰ πάθη παρηγορεῖν: σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις ἰατρῶν ἀγαθῶν ἐπικουρίαις. δὲ τῆς Ἀφροδίτης διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχαρῆ κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα: τοῦ μέντοι Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων: [p. 332] τοῦ δὲ τοῦ Ἑρμοῦ μετ̓ ἐπικουρίας καὶ πορισμοῦ τινος δἰ αὐτῶν τῶν σινῶν καὶ παθῶν τοῖς ἔχουσι περιγινομένου.

hide References (9 total)
  • Cross-references to this page (8):
    • Dictionary of Greek and Roman Geography (1854), CALLI´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), CA´RDIA
    • Dictionary of Greek and Roman Geography (1854), COELOS
    • Dictionary of Greek and Roman Geography (1854), EUBOEA
    • Dictionary of Greek and Roman Geography (1854), MA´DYTUS
    • Dictionary of Greek and Roman Geography (1854), MASTU´SIA
    • Dictionary of Greek and Roman Geography (1854), NESTUS
    • Dictionary of Greek and Roman Geography (1854), SESTUS
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: